Μυῖα
καὶ Μέλισσα1

Μυῖα ἀποπτᾶσα τῆς φωλεᾶς ἀπὸ πρωϊας ἕως ἑσπέρας ἐπιφοιτῶσα ταῖς λύμαις ἔβοσκε καὶ πρὸς ἑσπέραν
εἰς τὴν κοίτην αὐτῆς
ἐπανῆκε. Τοῖς δὲ τέκνοις αὐτῆς
ἐρωτῶσι πῶς ὁ
κόσμος εἴη ἀπεκρινατο: Λύμης καὶ κοπρίων πλήρης ὀ κόσμος ἐστὶ.
Μέλισσα σὲ τῆς
κυψέλης ἀπαλλαγεῖσα ἅμα τῇ τοῦ ἡλίου
ἀνατολῇ μέχρις ἑσπέρας ἄνθεσι προσίπτατο καὶ παρ' αὐτῶν
χυμούς εὐώδεις καὶ ἡδυγεύστους
ἠρύετο. Ἐπανακάμψασα δὲ εἰς
τὴν κυψέλην χορτασθεῖσα καὶ τὸν
Θεὸν εὐχαριστοῦσα ἔλεγε καθ' ἑαυτήν: Πλήρης ὁ κόσμος εὐώδων τε καὶ εὐχύμων
ἀνθέων ἐστί.
1.
Κωνσταντίνος Γανωτής, Μαθήματα Αρχαίας Ελληνικής, εκδ. Παρρησία, σ.136